wunder · Library

Part 7

The First Philosophers of Greece · Arthur Fairbanks — chapter 7 of 92 · ~281 words · public domain

Read in the Wunder reader — free

55. πᾶν ἑρπετὸν πληγῇ νέμεται.

56 = 45.

57. ἀγαθὸν καὶ κακὸν ταὐτόν.

58. οἱ ἰατροὶ τέμνοντες καίοντες πάντη βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας ἐπαιτιῶνται μηδέν’ ἄξιον μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων.

59. συνάψειας οὖλα καὶ οὐχὶ οὖλα, συμφερόμενον διαφερόμενον, συνᾷδον διᾷδον· ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα.

60. δίκης οὔνομα οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν.

61. †τῷ μὲν θεῷ καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν, ἃ δὲ δίκαια.†

62. εἰδέναι χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν· καὶ γινόμενα πάντα κατ’ ἔριν καὶ †χρεώμενα†.

63. ἔστι γὰρ εἱμαρμένα πάντως....

64. θάνατός ἐστι ὁκόσα ἐγερθέντες ὁρεόμεν, ὁκόσα δὲ εὕδοντες ὕπνος.

65. v. 19.

66. τοῦ βιοῦ οὔνομα βίος, ἔργον δὲ θάνατος.

67. θεοὶ θνητοί, ἄνθρωποι ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.

68. ψυχῇσι γὰρ θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι· ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.

69. ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή.

70. ξυνὸν ἀρχὴ καὶ πέρας.

71. ψυχῆς πείρατα οὐκ ἂν ἐξεύροιο πᾶσαν ἐπιπορευόμενος ὁδόν.

72. ψυχῇσι τέρψις ὑγρῇσι γενέσθαι.

73. ἀνὴρ ὁκότ’ ἂν μεθύσθῃ, ἄγεται ὑπὸ παιδὸς ἀνήβου σφαλλόμενος, οὐκ ἐπαίων ὅκη βαίνει, ὑγρὴν τὴν ψυχὴν ἔχων.

74-76. αὔη ψυχὴ σοφωτάτη καὶ ἀρίστη.

77. ἄνθρωπος, ὅκως ἐν εὐφρόνῃ φάος, ἅπτεται ἀποσβέννυται.

78. ταὔτ’ εἶναι ζῶν καὶ τεθνηκός, καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον, καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.

79. αἰὼν παῖς ἐστι παίζων πεσσεύων· παιδὸς ἡ βασιληίη.

80. ἐδιζησάμην ἐμεωυτόν.

81. ποταμοῖσι τοῖσι αὐτοῖσι ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν.

82. κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι.

83. μεταβάλλον ἀναπαύεται.

84. καὶ ὁ κυκεὼν διίσταται μὴ κινεόμενος.

← Previous chapterAll chaptersNext chapter →

The First Philosophers of Greece · The Wunder Library — complete classics, free to read, with narration.

© 2026 Wunder Learning LLC · Terms & Privacy