wunder · Library

Part 8

The First Philosophers of Greece · Arthur Fairbanks — chapter 8 of 92 · ~356 words · public domain

Read in the Wunder reader — free

85. νέκυες κοπρίων ἐκβλητότεροι.

86. γενόμενοι ζώειν ἐθέλουσι μόρους τ’ ἔχειν· [μᾶλλον δὲ ἀναπαύεσθαι,] καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι.

90. τοὺς καθεύδοντας ἐργάτας εἶναι [καὶ συνεργοὺς] τῶν ἐν τῷ κόσμῳ γινομένων.

91. ξυνόν ἐστι πᾶσι τὸ φρονέειν. ξὺν νόῳ λέγοντας ἰσχυρίζεσθαι χρὴ τῷ ξυνῷ πάντων, ὅκωσπερ νόμῳ πόλις καὶ πολὺ ἰσχυροτέρως. τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατέει γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκέει πᾶσι καὶ περιγίνεται.

92. τοῦ λόγου δ’ ἐόντος ξυνοῦ, ζώουσι οἱ πολλοὶ ὡς ἰδίην ἔχοντες φρόνησιν.

93. ᾧ μάλιστα διηνεκέως ὁμιλέουσι, τούτῳ διαφέρονται.

94. οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν.

95. τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀποστρέφεσθαι.

96. ἦθος ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει.

97. ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός.

100. μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκως ὑπὲρ τείχεος.

101. μόροι μέζονες μέζονας μοίρας λαγχάνουσι.

102. ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι.

103. ὕβριν χρὴ σβεννύειν ἢ πυρκαιήν.

104. ἀνθρώποισι γίνεσθαι ὁκόσα θέλουσι οὐκ ἄμεινον. νοῦσος ὑγίειαν ἐποίησε ἡδὺ καὶ ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν.

105. θυμῷ μάχεσθαι χαλεπόν· ὅ τι γὰρ ἂν χρηίζῃ γίνεσθαι, ψυχῆς ὠνέεται.

106. †ἀνθρώποισι πᾶσι μέτεστι γιγνώσκειν ἑαυτοὺς καὶ σωφρονεῖν†.

107. †σωφρονεῖν ἀρετὴ μεγίστη· καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαίοντας†.

108-109. ἀμαθίην ἄμεινον κρύπτειν· ἔργον δὲ ἐν ἀνέσει καὶ παρ’ οἶνον.

110. νόμος καὶ βουλῇ πείθεσθαι ἑνός.

111. τίς γὰρ αὐτῶν νόος ἢ φρήν; [δήμων] ἀοιδοῖσι ἕπονται καὶ διδασκάλῳ χρέωνται ὁμίλῳ, οὐκ εἰδότες ὅτι πολλοὶ κακοὶ, ὀλίγοι δὲ ἀγαθοί. αἱρεῦνται γὰρ ἓν ἀντία πάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα.

112. ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω οὗ πλέων λόγος ἢ τῶν ἄλλων.

113. εἷς ἐμοὶ μύριοι, ἐὰν ἄριστοις ᾖ.

114. ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον, φάντες· ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλῃ δὲ καὶ μετ’ ἄλλων.

115. κύνες καὶ βαύζουσι ὃν ἂν μὴ γινώσκωσι.

116. ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι.

117. βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλέει.

118. δοκεόντων ὁ δοκιμώτατος γινώσκει φυλάσσειν· καὶ μέντοι καὶ δίκη καταλήψεται ψευδέων τέκτονας καὶ μάρτυρας.

← Previous chapterAll chaptersNext chapter →

The First Philosophers of Greece · The Wunder Library — complete classics, free to read, with narration.

© 2026 Wunder Learning LLC · Terms & Privacy