wunder · Library

Part 6

The First Philosophers of Greece · Arthur Fairbanks — chapter 6 of 92 · ~315 words · public domain

Read in the Wunder reader — free

24. χρησμοσύνη ... κόρος.

25. ζῇ πῦρ τὸν γῆς θάνατον, καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον· ὕδωρ ζῇ τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος.

26. πάντα τὸ πῦρ ἐπελθὸν κρινέει καὶ καταλήψεται.

27. τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;

28. τὰ δὲ πάντα οἰακίζει κεραυνός.

29. ἥλιος οὐχ ὑπερβήσεται μέτρα· εἰ δὲ μή, Ἐρινύες μιν δίκης ἐπίκουροι ἐξευρήσουσι.

30. ἠοῦς καὶ ἑσπέρης τέρματα ἡ ἄρκτος, καὶ ἀντίοι τῆς ἄρκτου οὖρος αἰθρίου Διός.

31. εἰ μὴ ἥλιος ἦν, εὐφρόνη ἂν ἦν.

32. νέος ἐφ’ ἡμέρῃ ἥλιος.

34. ὧραι πάντα φέρουσι.

35. διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκε· ἔστι γὰρ ἕν.

36. ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός· ἀλλοιοῦται δὲ ὅκωσπερ ὁκόταν συμμιγῇ <θύωμα> θυώμασι· ὀνομάζεται καθ’ ἡδονὴν ἑκάστου.

37. εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν.

38. †αἱ ψυχαὶ ὀσμῶνται καθ’ Ἅιδην.†

39. τὰ ψυχρὰ θέρεται, θερμὸν ψύχεται, ὑγρὸν αὐαίνεται, καρφαλέον νοτίζεται.

40. σκίδνησι καὶ συνάγει, πρόσεισι καὶ ἄπεισι.

41-42. ποταμοῖσι δὶς τοῖσι αὐτοῖσι οὐκ ἂν ἐμβαίης· ἕτερα γὰρ (καὶ ἕτερα) ἐπιρρέει ὕδατα.

43. μέμφεται τῷ Ὁμήρῳ Ἡράκλειτος εἰπόντι· ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο· οἰχήσεσθαι γάρ φησι πάντα.

44. πόλεμος πάντων μὲν πατήρ ἐστι πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους.

45. οὐ ξυνίασι ὅκως διαφερόμενον ἑωυτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης.

46. τὸ ἀντίξουν συμφέρον. ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν. πάντα κατ’ ἔριν γίνεσθαι.

47. ἁρμονίη ἀφανὴς φανερῆς κρείσσων.

48. μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλώμεθα.

49. χρὴ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι.

50. γναφέων ὁδὸς εὐθεῖα καὶ σκολιὴ μία ἐστὶ καὶ ἡ αὐτή.

51. ὄνοι σύρματ’ ἂν ἕλοιντο μᾶλλον ἢ χρυσόν.

52. θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄτοπον καὶ ὀλέθριον.

53. Sues coeno, cohortales aves pulvere (vel cinere) lavari. 54. βορβόρῳ χαίρειν.

← Previous chapterAll chaptersNext chapter →

The First Philosophers of Greece · The Wunder Library — complete classics, free to read, with narration.

© 2026 Wunder Learning LLC · Terms & Privacy