IV.
HERAKLEITOS.
According to Apollodoros, Herakleitos son of Blyson flourished in the sixty-ninth Olympiad (504-501 B.C.). An attempt to fix the date from his reference to the expulsion from Ephesos of his friend Hermodoros (Frag. 114) has resulted in a somewhat later date, though it is by no means impossible that Hermodoros was expelled during Persian rule in the city. Beyond the fact that Herakleitos lived in Ephesos we know nothing of his life; of the many stories related about him most can be proved false, and there is no reason for crediting the remainder. His philosophic position is clear, however, since he refers to Pythagoras and Xenophanes (Fr. 16-17), and Parmenides (Vss. 46 sqq.) seems to refer to him. His book is said to have been divided into three parts:—(1) Concerning the All; (2) Political; (3) Theological. Even in antiquity he was surnamed the ‘dark’ or the ‘obscure.’
Literature: Schleiermacher, Op. Phil. ii. 1-146; Bernays, Ges. Abhandl. i.; Lassalle, Die Philosophie Herakleitos des dunklen, Berl. 1858; P. Schuster, ‘Heraklit von Ephesos,’ in Act. soc. phil. Lips. 1873, 111; Teichmüller, Neue Studien zur Gesch. d. Begriffe, Gotha 1876-1878; Bywater, Heracl. Eph. Reliquiae, Oxford 1877; Gomperz, ‘Zu Herakl. Lehre,’ Sitz. d. Wien. Ak. 1886, p. 977 ff.; Patin, Herakl. Einheitslehre, Leipzig 1886, ‘Quellenstudien zu Heraklit,’ in Festschrift f. L. Urlichs, 1880, Herakleitische Beispiele, Progr. Neuburg, 1892-1893; E. Pfleiderer, Die Philosophie des Heraklits im Lichte der Mysterienidee, Berlin 1886; also Rhein. Mus. xlii. 153 ff.; JBB. f. protest. Theol. xiv. 177 ff.; E. Wambier, Studia Heraclitea, Diss. Berlin 1891.
(a) FRAGMENTS OF HERAKLEITOS.
1. οὐκ ἐμεῦ ἀλλὰ τοῦ λόγου ἀκούσαντας ὁμολογέειν σοφόν ἐστι, ἓν πάντα εἶναι.
2. τοῦ δὲ λόγου τοῦδ’ ἐόντος αἰεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον. γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισι ἐοίκασι πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων ὁκοίων ἐγὼ διηγεῦμαι, διαιρέων ἕκαστον κατὰ φύσιν καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιέουσι, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται.
3. ἀξύνετοι ἀκούσαντες κωφοῖσι ἐοίκασι· φάτις αὐτοῖσι μαρτυρέει παρεόντας ἀπεῖναι.
4. κακοὶ μάρτυρες ἀνθρώποισι ὀφθαλμοὶ καὶ ὦτα, βαρβάρους ψυχὰς ἐχόντων.
5. οὐ φρονέουσι τοιαῦτα πολλοὶ ὁκόσοισι ἐγκυρέουσι οὐδὲ μαθόντες γινώσκουσι, ἑωυτοῖσι δὲ δοκέουσι.
6. ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ’ εἰπεῖν.
7. ἐὰν μὴ ἔλπηαι, ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον.
8. χρυσὸν οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσι ὀλίγον.
9. ἀγχιβασίην.
10. φύσις κρύπτεσθαι φιλεῖ.
11. ὁ ἄναξ [οὗ τὸ μαντεῖόν ἐστι τὸ] ἐν Δελφοῖς οὔτε λέγει οὔτε κρύπτει, ἀλλὰ σημαίνει.
12. σίβυλλα δὲ μαινομένῳ στόματι ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χιλίων ἐτέων ἐξικνέεται τῇ φωνῇ διὰ τὸν θεὸν.
13. ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προτιμέω.
14. ἀπίστους ἀμφισβητουμένων παρεχόμενοι βεβαιωτάς.
15. ὀφθαλμοὶ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες.
16. πολυμαθίη νόον ἔχειν οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτίς τε Ξενοφάνεα καὶ Ἑκαταῖον.
17. Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησε ἀνθρώπων μάλιστα πάντων· καὶ [ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς] ἐποίησε ἑωυτοῦ σοφίην, πολυμαθίην, κακοτεχνίην.
18. ὁκόσων λόγους ἤκουσα οὐδεὶς ἀφικνέεται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον.
19. ἓν τὸ σοφόν, [ἐπίστασθαι γνώμην ᾗ κυβερνᾶται πάντα διὰ πάντων]. (65) λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς οὔνομα.
20. κόσμον <τόνδε> τὸν αὐτὸν ἁπάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησε, ἀλλ’ ἦν αἰεὶ καὶ ἔστι καὶ ἔσται πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα.
21. πυρὸς τροπαὶ πρῶτον θάλασσα· θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ.
22. πυρὸς ἀνταμείβεται πάντα καὶ πῦρ ἁπάντων, ὥσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός.
23. θάλασσα διαχέεται καὶ μετρέεται ἐς τὸν αὐτὸν λόγον ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι †γῆ†.
The First Philosophers of Greece · The Wunder Library — complete classics, free to read, with narration.