wunder · Library

Part 39

The First Philosophers of Greece · Arthur Fairbanks — chapter 39 of 92 · ~611 words · public domain

Read in the Wunder reader — free

τῶν δ’ ὅσ’ ἔσω μὲν πυκνὰ, τὰ δ’ ἔκτοθι μανὰ πέπηγε, 230 Κύπριδος ἐν παλάμῃς πλάδης τοιῆσδε τυχόντα.

οὕτω δ’ ᾠοτοκεῖ μακρὰ δένδρεα πρῶτον ἐλαίας. 245

220 οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοα μῆλα 246

οἶνος ὑπὸ φλοιῷ πέλεται σαπὲν ἐν ξύλῳ ὕδωρ. 247 εἰ γάρ κέν σφ’ ἀδινῇσιν ὑπὸ πραπίδεσσιν ἐρείσας εὐμενέως καθαρῇσιν ἐποπτεύσῃς μελέτῃσιν, ταῦτά τέ σοι μάλα πάντα δι’ αἰῶνος παρέσονται, 225 ἄλλα τε πόλλ’ ἀπὸ τῶνδε κεκτήσεαι· αὐτὰ γὰρ αὔξει ταῦτ’ εἰς ἦθος ἕκαστον, ὅπη φύσις ἐστὶν ἑκάστῳ. εἰ δέ σύ γ’ ἀλλοίων ἐπορέξεαι οἷα κατ’ ἄνδρας μυρία δειλὰ πέλονται, τά τ’ ἀμβλύνουσι μερίμνας, †ζῆν ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο 230 σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἵκεσθαι·† πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν.

(χάρις) στυγέει δύστλητον Ἀνάγκην. 69

τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις 220 καλχῶν κηρύκων τε λιθορρίνων χελύων τε...

235 ἔνθ’ ὄψῃ χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν. ταὐτὰ τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνὰ 223 καὶ φλονίδες γίγνονται ἐπὶ στιβαροῖσι μέλεσσιν.

αὐτὰρ ἐχίνοις 225 ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασιν.

240 ἐξ ὧν ὄμματ’ ἔπηξεν ἀτειρέα δῖ’ Ἀφροδίτη.

γόμφοις ἀσκήσασα καταστόργοις Ἀφροδίτη. 228

Κύπριδος ἐν παλάμῃσιν ὅτε ξὺμ πρῶτ’ ἐφύοντο. 299

πολυαίματον ἧπαρ.

ᾗ πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν, 232 245 γυμνοὶ δ’ ἐπλάζοντο βραχίονες εὔνιδες ὤμων, ὄμματα δ’ οἶ’ ἐπλανᾶτο πενητεύοντα μετώπων.

τοῦτο μὲν ἐν βροτέων μελέων ἀριδείκετον ὄγκῳ. 335 ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα γυῖα τὰ σῶμα λέλογχε βίου θαλέθουσιν ἐν ἄκμῃ· 250 ἄλλοτε δ’ αὖτε κακῇσι διατμηθέντ’ ἐρίδεσσι πλάζεται ἄνδιχ’ ἕκαστα παρὰ ῥηγμῖνι βίοιο. ὡς δ’ αὔτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις 340 θηρσί τ’ ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοισι κύμβαις.

αὐτὰρ ἐπεὶ κατὰ μεῖζον ἐμίσγετο δαίμονι δαίμων, 235 255 ταῦτά τε συμπίπτεσκον ὅπη συνέκυρσεν ἕκαστα, ἄλλα τε πρὸς τοῖς πολλὰ διηνεκῆ ἐξεγένοντο.

πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερν’ ἐφύοντο, βουγενῆ ἀνδρόπρωρα, τὰ δ’ ἔμπαλιν ἐξανέτελλον 239 ἀνδροφυῆ βούκρανα, μεμιγμένα τῇ μὲν ἀπ’ ἀνδρῶν, 260 τῇ δὲ γυναικοφυῆ, στεῖροις ἠσκημένα γυίοις.

εἱλίποδ’ ἀκριτόχειρα. 242 νῦν δ’ ἄγ’, ὅπως ἀνδρῶν τε πολυκλαύτων τε γυναικῶν 248 ἐμμυχίους ὅρπηκας ἀνήγαγε κρινόμενον πῦρ, τῶνδε κλύ’· οὐ γὰρ μῦθος ἀπόσκοπος οὐδ’ ἀδαήμων. 265 οὐλοφυεῖς μὲν πρῶτα τύποι χθονὸς ἐξανέτελλον, ἀμφοτέρων ὕδατός τε καὶ εἴδεος αἶσαν ἔχοντες, τοὺς μὲν πῦρ ἀνέπεμπε θέλον πρὸς ὁμοῖον ἵκεσθαι, οὔτε τί πω μελέων ἐρατὸν δέμας ἐμφαίνοντας, οὔτ’ ἐνοπὴν οἷόν τ’ ἐπιχώριον ἀνδράσι γυῖον. 255

270 ἀλλὰ διέσπασται μελέων φύσις· ἡ μὲν ἐν ἀνδρὸς 257 ἡ δὲ γυναικὸς ἐν....

τῷ δ’ ἐπὶ καὶ πόθος ἦλθε δι’ ὄψιος ἀμμιχθέντι. 256

ἐν δ’ ἐχύθη καθαροῖσι· τὰ μὲν τελέθουσι γυναῖκες 259 ψύχεος ἀντιάσαντα.

275 λιμένας σχιστοὺς Ἀφροδίτης. 261

ἐν γὰρ θερμοτέρῳ τοκὰς ἄρρενος ἔπλετο γαστήρ, 262 καὶ μέλανες διὰ τοῦτο καὶ ἰνωδέστεροι ἄνδρες καὶ λαχνήεντες μᾶλλον.

ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε. 265

280 μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν. 266

γνοὺς ὅτι πάντων εἰσίν ἀπορροαὶ ὅσσ’ ἐγένοντο. 267

ὣς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δ’ ἐπὶ πικρὸν ὄρουσεν, 268 ὀξὺ δ’ ἐπ’ ὀξὺ ἔβη, δαλερὸν δαλερῷ ἐπόχευεν. οἴνῳ ὕδωρ μᾶλλον μὲν ἐνάρθμιον, αὐτὰρ ἐλαίῳ 272 285 οὐκ ἐθέλει.

βύσσῳ δὲ γλαυκῇ κόκκου καταμίσγεται (ἄνθος) 274

ὧδε δ’ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λίφαιμοι 275 σαρκῶν σύρρυγγες πύματον κατὰ σῶμα τέτανται, καί σφιν ἐπὶ στομίοις πύκναις τέτρηνται ἄλοξιν 290 ῥινῶν ἔσχατα τέρθρα διαμπερές, ὥστε φόνον μὲν κεύθειν, αἰθέρι δ’ εὐπορίην διόδοισι τετμῆσθαι. ἔνθεν ἔπειθ’ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα, 280 αἰθὴρ παφλάζων καταΐσσεται οἴδματι μάργῳ, εὖτε δ’ ἀναθρῴσκῃ, πάλιν ἐκπνέει· ὥσπερ ὅταν παῖς, 295 κλεψύδρην παίζουσα διιπετέος χαλκοῖο, εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ’ εὐειδεῖ χερὶ θεῖσα εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο, 285 οὐ τότ’ ἐς ἄγγοσδ’ ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει αἰθέρος ὄγχος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνὰ, 300 εἰς ὅ κ’ ἀποστεγάσῃ πυκινὸν ῥόον· αὐτὰρ ἔπειτα πνεύματος ἐλλείποντος ἐσέρχεται αἴσιμον ὕδωρ. ὣς δ’ αὔτως ὅθ’ ὕδωρ μὲν ἔχει κάτα βένθεα χαλκοῦ 300

← Previous chapterAll chaptersNext chapter →

The First Philosophers of Greece · The Wunder Library — complete classics, free to read, with narration.

© 2026 Wunder Learning LLC · Terms & Privacy