wunder · Library

Part 40

The First Philosophers of Greece · Arthur Fairbanks — chapter 40 of 92 · ~973 words · public domain

Read in the Wunder reader — free

πορθμοῦ χωσθέντος βροτέῳ χροὶ ἠδὲ πόροιο, αἰθὴρ δ’ ἐκτὸς ἔσω λελιημένος ὄμβρον ἐρύκει 305 ἀμφὶ πύλας ἰσθμοῖο δυσηχέος, ἄκρα κρατύνων, εἰς ὅ κε χειρὶ μεθῇ· τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν, πνεύματος ἐμπίπτοντος ὑπεκθέει αἴσιμον ὕδωρ. 295 ὣς δ’ αὔτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων ὁππότε μὲν παλίνορσον ἀπαΐξειε μυχόνδε, 310 αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον, εὖτε δ’ ἀναθρῴσκῃ, πάλιν ἐκπνέει ἶσον ὀπίσσω. κέρματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν. 300 ὧδε μὲν οὖν πνοίης τε λελόγχασι πάντα καὶ ὀσμῶν. 301 315 σάρκινον ὄζον. ὡς δ’ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον χειμερίην διὰ νύκτα, πυρὸς σέλας αἰθομένοιο ἅψας, παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς, οἵτ’ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων, 305 320 φῶς δ’ ἔξω διαθρῷσκον, ὅσον ταναώτερον ἤεν, λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν· ὣς δὲ τότ’ ἐν μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ λεπτῇς εἰν ὀθόνῃσι λοχάζετο κύκλοπα κούρην· αἱ δ’ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφινάοντος, 310 325 πῦρ δ’ ἔξω διαθρῷσκον, ὅσον ταναώτερον ἤεν...

(ὀφθαλμῶν) μία γίγνεται ἀμφοτέρων ὄψ. 311

αἵματος ἐν πελάγεσσι τεθραμμένη ἀντιθορόντος, 315 τῇ τε νόημα μάλιστα κυκλίσκεται ἀνθρώποισιν· αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα.

330 πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν. 318

ὅσσον τ’ ἀλλοῖοι μετέφυν, τόσον ἂρ σφίσιν αἰεὶ 319 καὶ φρονέειν ἀλλοῖα παρίστατο.

γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, 321 αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, 335 στοργῇ δὲ στοργὴν, νεῖκος δέ τε νείκεϊ λυγρῷ. ἐκ τούτων γὰρ πάντα πεπήγασιν ἁρμοσθέντα καὶ τούτοις φρονέουσι καὶ ἥδοντ’ ἠδὲ ἀνιῶνται.

ΠΕΡΙ ΦΥΣΕΩΣ ΤΡΙΤΟΣ.

Εἰ γὰρ ἐφημερίων ἕνεκέν τί σοι, ἄμβροτε Μοῦσα, ἡμετέρης ἔμελεν μελέτης διὰ φροντίδας ἐλθεῖν, 340 εὐχομένῳ νῦν αὖτε παρίστασο, Καλλιόπεια, ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι.

ὄλβιος ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον, 354 δειλὸς δ’ ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν.

οὐκ ἔστιν πελάσασθ’ οὐδ’ ὀφθαλμοῖσιν ἐφικτὸν 356 345 ἡμετέροις ἢ χερσὶ λαβεῖν, ἥπερ τε μεγίστη πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει. οὐ μὲν γὰρ βροτέῃ κεφαλῇ κατὰ γυῖα κέκασται, οὐ μὲν ἀπαὶ νώτοιο δύο κλάδοι ἀίσσονται, 360 οὐ πόδες, οὐ θοὰ γοῦν’, οὐ μήδεα λαχνήεντα, 350 ἀλλὰ φρὴν ἱερὴ καὶ ἀθέσφατος ἔπλετο μοῦνον, φροντίσι κόσμον ἅπαντα καταΐσσουσα θοῇσιν.

ΚΑΘΑΡΜΟΙ

Ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ζαθέου Ἀκράγαντος 389 ναίετ’ ἀν’ ἄκρα πόλευς, ἀγαθῶν μελεδήμονες ἔργων, ξείνων αἰδοίων λιμένες, κακότητος ἄπειροι, 355 χαίρετ’· ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς, πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικε, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις. τοῖσιν ἅμ’ εὖτ’ ἂν ἵκωμαι ἐς ἄστεα τηλεθόωντα, 395 ἀνδράσιν ἠδὲ γυναιξὶ σεβίζομαι· οἱ δ’ ἅμ’ ἕπονται 360 μυρίοι, ἐξερέοντες ὅπη πρὸς κέρδος ἀταρπός, οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ’ ἐπὶ νούσων, δηρὸν δὴ χαλεπῇσι πεπαρμένοι ἀμφ’ ὀδύνῃσι, παντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξιν. 400 ἀλλὰ τί τοῖσδ’ ἐπίκειμ’, ὡσεὶ μέγα χρῆμά τι πράσσων, 365 εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων;

ὦ φίλοι, οἶδα μὲν οὖν ὅτ’ ἀληθείη παρὰ μύθοις, 407 οὓς ἐγὼ ἐξερέω· μάλα δ’ ἀργαλέη γε τέτυκται ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὅρμη.

ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, 1 370 ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις. εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ 3 αἵματος ἢ ἐπίορκον ἁμαρτήσας ἐπομόσσῃ δαίμων, οἵτε μακραίωνος λελάχασι βιοῖο, 4 τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι, 375 φυόμενον παντοῖα διὰ χρόνου εἴδεα θνητῶν, 6 ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους. αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει, 16 πόντος δ’ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ’ ἐς αὐγὰς ἠελίου ἀκάμαντος, ὁ δ’ αἰθέρος ἔμβαλε δίναις. 380 ἄλλος δ’ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες. τῶν καὶ ἐγὼ νῦν εἰμὶ, φυγὰς θέοθεν καὶ ἀλήτης, 7 νείκει μαινομένῳ πίσυνος. ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε 380 θάμνος τ’ οἰωνός τε καὶ εἰν ἅλι ἔλλοπος ἰχθύς. 385 κλαῦσά τε καὶ κώκυσα, ἰδὼν ἀσυνήθεα χῶρον, 13 ἔνθα Φόνος τε Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν 21 αὐχμηραί τε νόσοι καὶ σήψιες ἔργα τε ῥευστά. Ἀτῆς ἀν λειμῶνα κατὰ σκότος ἠλάσκουσιν. 23

αἰῶνος ἀμερθείς.

390 ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου 11 ὧδε πεσὼν κατὰ γαῖαν ἀναστρέφομαι μετὰ θνητοῖς.

ἠλύθομεν τόδ’ ὑπ’ ἄντρον ὑπόστεγον. 31

ἔνθ’ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις, 24 Δῆρις θ’ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις, 395 Καλλιστώ τ’ Αἰσχρή τε, Θόωσά τε Δηναίη τε, Νημερτής τ’ ἐρόεσσα μελάγκουρός τ’ Ἀσάφεια, Φυσώ τε Φθιμένη τε, καὶ Εὐναίη καὶ Ἔγερσις Κινώ τ’ Ἀστεμφής τε, πολυστέφανός τε Μεγιστὼ †καὶ Φορύη, Σιωπή τε καὶ Ὀμφαίη.†

400 ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον, 14 τοίων ἔκ τ’ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε.

σαρκῶν αἰολόχρωτι περιστέλλουσα χιτῶνι. 379

ἀμφιβρότην χθόνα.

ἐκ μὲν γὰρ ζώων ἐτίθει νεκροείδε’ ἀμείβων. 378

405 οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς, 368 οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια. 370 τὴν οἵγ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο γραπτοῖς τε ζῴοισι μύριοισί τε δαιδαλεόδμοις 410 σμύρνης τε ἀκρήτου θυσίαις λιβάνου τε θυώδους, ξουθῶν τε σπονδὰς μελιτῶν ῥιπτοῦντες ἐς οὖδας, ταύρων δ’ ἀκρήτοισι φόνοις οὐ δεύετο βωμός. 375 ἀλλὰ μύσος τοῦτ’ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον, θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἠέα γυῖα.

415 ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιούσια εἰδὼς 440 παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων, 442 ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον. 441 ὁππότε γὰρ πάσῃσιν ὀρέξαιτο πραπίδεσσιν, ῥεῖά γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστον, 420 καί τε δέκ’ ἀνθρώπων καί τ’ εἴκοσιν αἰώνεσσιν.... 445

ἦσαν γὰρ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ, 364 φῆρές τ’ οἰωνοί τε, φιλοφροσύνῃ τε δεδήει, δένδρεα δ’ ἐμπεδόφυλλα καὶ ἐμπεδόκαρπα τεθήλει, καρπῶν ἀφθονίῃσι κατήορα πάντ’ ἐνιαυτόν.

425 οὐ πέλεται τοῖς μὲν θεμιτὸν τόδε, τοῖς δ’ ἀθέμιστον, 403 ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τ’ εὐρυμέδοντος αἰθέρος ἠνεκέως τέταται διά τ’ ἀπλέτου αὐγῆς. οὐ παύσεσθε φόνοιο δυσηχέος; οὐκ ἐσορᾶτε 416 ἀλλήλους δάπτοντες ἀκηδείῃσι νόοιο; 430 μορφὴν δ’ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας 410 σφάζει ἐπευχόμενος, μέγα νήπιος· οἱ δὲ φορεῦνται λισσόμενοι θύοντος· ὁ δ’ ἂρ νήκουστος ὁμοκλέων σφάξας ἐν μεγάροισι κακὴν ἀλεγύνατο δαῖτα. ὣς δ’ αὔτως πατέρ’ υἱὸς ἑλὼν καὶ μητέρα παῖδες 435 θυμὸν ἀπορραίσαντε φίλας κατὰ σάρκας ἔδουσιν.

οἴμοι ὅτ’ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ, 9 πρὶν σχέτλ’ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι.

ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι 382 γίγνονται, δάφναι δ’ ἐνὶ δένδρεσσιν ἠυκόμοισιν.

← Previous chapterAll chaptersNext chapter →

The First Philosophers of Greece · The Wunder Library — complete classics, free to read, with narration.

© 2026 Wunder Learning LLC · Terms & Privacy