wunder · Library

Part 38

The First Philosophers of Greece · Arthur Fairbanks — chapter 38 of 92 · ~499 words · public domain

Read in the Wunder reader — free

ἄστοργοι καὶ ἄκρητοι.

145 σωρευόμενον μέγεθος.

εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, 199 ὡς διὰ πολλῶν δὴ βροτέων ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων....

ἥλιος ὀξυβελὴς ἡδ’ αὖ ἱλάειρα σελήνη... 168

150 ἀλλ’ ὁ μὲν ἁλισθεὶς μέγαν οὐρανὸν ἀμφιπολεύει. 187

ἀνταυγεῖν πρὸς Ὄλυμπον ἀταρβήτοισι προσώποις. 188

ἡ δὲ φλὸξ ἱλάειρα μινυθαδίης τύχεν αὐγῆς. 193

ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν. 192

κυκλοτερὲς περὶ γαῖαν ἑλίσσεται ἀλλότριον φῶς 190 155 ἅρματος ὥσπερ ἀν’ ἴχνος 189

ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον. 191

ἐπεσκέδασεν δέ οἱ αὐγὰς εἰς αἴθρην καθύπερθεν, ἐπεσκνίφωσε δὲ γαίης 195 τόσσον ὅσον τ’ εὖρος γλαυκώπιδος ἔπλετο μήνης.

160 νύκτα δὲ γαῖα τίθησιν ὑφισταμένη φαέεσσιν. 197

νυκτὸς ἐρημαίης ἀλαώπιδος. 198

πολλὰ δ’ ἔνερθ’ ἕδεος πυρὰ καίεται. 207

φύλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων. 205

ἃλς ἐπάγη ῥιπῄσιν ἐωσμένος ἠελίοιο 206

165 γῆς ἱδρῶτα θάλασσαν.

<ἀλλ’> αἰθὴρ μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις. 203 οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως.

καρπαλίμως ἀνόπαιον. 202

αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων, 165 170 τὸν πρότερον κατέλεξα, λόγου λόγον ἐξοχετεύων κείνου· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος δίνης, ἐν δὲ μέσῃ Φιλότης στροφάλιγγι γένηται, ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι, οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν’ ἄλλοθεν ἄλλα. 170 175 τῶν δὲ συνερχομένων ἐπ’ ἔσχατον ἵστατο Νεῖκος. πολλὰ δ’ ἄμιχθ’ ἕστηκε κεραιομένοισιν ἐναλλάξ, ὅσσ’ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμέμφεως πὼ πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου. ἀλλὰ τὰ μὲν τ’ ἐνέμιμνε μελέων, τὰ δέ τ’ ἐξεβεβήκει. 175 180 ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή· αἶψα δὲ θνήτ’ ἐφύοντο τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάξαντα κελεύθους. τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν, 180 185 παντοίῃς ἰδέῃσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. ἄρθμια μὲν γὰρ ἑαυτὰ ἑαυτῶν πάντα μέρεσσιν 326 ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, ὅσσα φίλ’ ἐν θνητοῖσιν ἀποπλαγχθέντα πέφυκεν. ὡς δ’ αὕτως ὅσα κρᾶσιν ἐπάρτεα μᾶλλον εἶναι, 190 ἀλλήλοις ἐστέρκται ὁμοιωθέντ’ Ἀφροδίτῃ. 330 ἐχθρὰ δὲ πλεῖστον ἀπ’ ἀλλήλων διέχουσι μάλιστα γέννᾳ τε κράσει τε καὶ εἴδεσιν ἐκμακτοῖσιν, πάντῃ συγγίγνεσθαι ἀήθεα καὶ μαλὰ λυγρά Νείκεος ἐννεσίῃσι, ὅτι σφίσι γένναν ἔοργεν. 195 τῇδε μὲν οὖν ἰότητι τύχης πεφρόνηκεν ἅπαντα... 312 καὶ καθ’ ὅσον μὲν ἀραιότατα ξυνέκυρσε πεσόντα.

ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι 211 200 τὼ δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης. τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο Ἁρμονίης κόλλῃσιν ἀρηρότα θεσπεσίηθεν.

ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα 215 Ἡφαίστῳ τ’ Ὄμβρῳ τε καὶ Αἰθέρι παμφανόωντι, 205 Κύπριδος ὁρμισθεῖσα τελείοις ἐν λιμένεσσιν, εἴτ’ ὀλίγον μείζων εἴτε πλεόνεσσιν ἐλάσσων. ἐκ τῶν αἷμά τε γέντο καὶ ἄλλης εἴδεα σαρκός.

ἄλφιτον ὕδατι κολλήσας ... 208

σχεδύνην Φιλότητα.

ΠΕΡΙ ΦΥΣΕΩΣ ΔΕΥΤΕΡΟΣ

210 Εἰ δέ τί σοι περὶ τῶνδε λιπόξυλος ἔπλετο πίστις, 136 πῶς ὕδατος γαίης τε καὶ αἰθέρος ἠελίου τε κιρναμένων χροιαί τ’ εἴδη τε γενοίατο θνητῶν τοῖ’, ὅσα νῦν γεγάασι συναρμοσθέντ’ Ἀφροδίτῃ...

πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες... 243

215 ὣς δὲ τότε χθόνα Κύπρις, ἐπεί τ’ ἐδίηνεν ἐν ὄμβρῳ 207 αἰθέρ’ ἐπιπνείουσα θοῷ πυρὶ δῶκε κρατῦναι.

← Previous chapterAll chaptersNext chapter →

The First Philosophers of Greece · The Wunder Library — complete classics, free to read, with narration.

© 2026 Wunder Learning LLC · Terms & Privacy