11 πηγή δ’ ἐστι θάλασσ’ ὕδατος, πηγὴ δ’ ἀνέμοιο· οὔτε γὰρ ἐν νέφεσιν <πνοιαί κ’ ἀνέμοιο φύοιντο ἐκπνείοντος> ἔσωθεν ἄνευ πόντου μεγάλοιο οὔτε ῥοαὶ ποταμῶν οὔτ’ αἰθέρος ὄμβριον ὕδωρ ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε καὶ ποταμῶν.
12 γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται αἰθέρι προσπλάζον, τὰ κάτω δ’ ἐς ἄπειρον ἱκάνει.
13 ἣν τ’ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.
14 καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ γένετ’ οὔδε τις ἔσται εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε· δοκὸς δ’ ἐπὶ πᾶσι τέτυκται.
15 ταῦτα δεδόξασθαι μὲν ἐοικότα τοῖς ἐτύμοισι.
16 οὔτοι ἀπ’ ἀρχῆς πάντα θεοὶ θνητοῖς ὑπέδειξαν, ἀλλὰ χρόνῳ ζητέοντες ἐφευρίσκουσιν ἄμεινον.
17 πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα, πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους· τίς πόθεν εἶς ἀνδρῶν; πόσα τοι ἔτε’ ἐστί, φέριστε; πηλίκος ἦσθ’ ὅθ’ ὁ Μῆδος ἀφίκετο;
18 νῦν αὖτ’ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον. ... καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος· παῦσαι μηδὲ ῥάπιζ’, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστίν 5 ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων.
19 ἀλλ’ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος πὰρ Πίσαο ῥοῇσ’ ἐν Ὀλυμπίῃ, εἴτε παλαίων, ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων, εἴτε τὸ δεινὸν ἄεθλον, ὃ παγκράτιον καλέουσιν, 5 ἀστοῖσίν κ’ εἴη κυδρότερος προσορᾶν, καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο, καί κεν σῖτ’ εἴη δημοσίων κτεάνων ἐκ πόλεως καὶ δῶρον, ὅ οἱ κειμήλιον εἴη· εἴτε καὶ ἵπποισιν, ταῦτά χ’ ἅπαντα λάχοι, 10 οὐκ ἐὼν ἄξιος, ὥσπερ ἐγὼ· ῥώμης γὰρ ἀμείνων ἀνδρῶν ἠδ’ ἵππων ἡμετέρη σοφίη. ἀλλ’ εἰκῆ μάλα τοῦτο νομίζεται· οὐδὲ δίκαιον προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης. οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη, 15 οὔτ’ εἰ πενταθλεῖν, οὔτε παλαισμοσύνην, οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον ῥώμης ὅσσ’ ἀνδρῶν ἔργ’ ἐν ἀγῶνι πέλει, τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίῃ πόλις εἴη· σμικρὸν δ’ ἄν τι πόλει χάρμα γένοιτ’ ἐπὶ τῷ, 20 εἴ τις ἀεθλεύων νικῷ Πίσαο παρ’ ὄχθας· οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
20 ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν, ὄφρα τυρρανίης ἦσαν ἄνευ στυγερῆς, ᾔεσαν εἰς ἀγορὴν παναλουργέα φάρε’ ἔχοντες, οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν, αὐχαλέοι, χαίτῃσιν ἀγαλλόμενοι εὐπρεπέεσσιν, 5 ἀσκητοῖς ὀδμὴν χρίμασι δευόμενοι.
21 νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων καὶ κύλικες· πλεκτοὺς δ’ ἀμφιτιθεῖ στεφάνους, ἄλλος δ’ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει· κρατὴρ δ’ ἕστηκεν μεστὸς ἐυφροσύνης· ἄλλος δ’ οἶνος ἑτοῖμος, ὃς οὔποτέ φησι προδώσειν, 5 μείλιχος ἐν κεράμοισ’, ἄνθεος ὀσδόμενος· ἐν δὲ μέσοισ’ ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησιν, ψυχρὸν δ’ ἔστιν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν· πάρκεινται δ’ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη· 10 βωμὸς δ’ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται, μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη. χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις. σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι 15 πρήσσειν· (ταῦτα γὰρ ὦν ἐστι προχειρότερον·) οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο οἴκαδ’ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος· ἀνδρῶν δ’ αἰνεῖν τοῦτον, ὃς ἐσθλὰ πιὼν ἀναφαίνει, ὥς οἱ μνημοσύνη καὶ <πόνος> ἀμφ’ ἀρετῆς. 20 οὔτι μάχας διέπειν Τιτάνων οὐδὲ Γιγάντων, οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων, ἢ στασίας σφεδανάς· τοῖσ’ οὐδὲν χρηστὸν ἔνεστιν· θεῶν <δὲ> προμηθείην αἰὲν ἔχειν ἀγαθόν.
22 πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ’ ἀπολήξει ἔστ’ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.
23 οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον ἐγχέας, ἀλλ’ ὕδωρ καὶ καθύπερθε μέθυ.
24 ἤδη δ’ ἑπτά τ’ ἔασι καὶ ἑξήκοντ’ ἐνιαυτοί βληστρίζοντες ἐμὴν φροντίδ’ ἀν’ Ἑλλάδα γῆν· ἐκ γενετῆς δὲ τότ’ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς, εἴπερ ἐγὼ περὶ τῶνδ’ οἶδα λέγειν ἐτύμως.
25 οὐκ ἴση πρόκλησις αὕτη, ἀσεβεῖ πρὸς εὐσεβῆ.
26 ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος.
27 ἑστᾶσιν δ’ ἐλάτης <βάκχοι> πυκινὸν περὶ δῶμα.
28 ἐξ ἀρχῆς καθ’ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες.
29 εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον γλύσσονα σῦκα πέλεσθαι.
30 <ἁγνὸν> ἐνὶ σπεάτεσσι τεοῖς καταλείβεται ὕδωρ.
31 ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι.
Sources and Critical Notes.
1. Clem. Alex. Strom. v. p. 714. Euseb. Praep. Ev. xiii. 13, p. 678 D. MS. οὐδε δ’, ... οὔτε, corr. Potter.
2. Sext. Emp. Math. ix. 144.
3. Simplic. Phys. 6 r 23, 20; Dox. 481.
4. Simplic. Phys. 6 r 23, 11; Dox. 481.
5. Clem. Al. Strom. v. p. 714; Euseb. Praep. Ev. xiii. 13, p. 678 D, following Fr. 1. Theodoret, Gr. Aff. Curat. iii. 72, p. 49.
V. 1: Theod., Clem. cd. Par. and Ed. Floren., Euseb. CFGI read ἀλλ’ οἱ βροτοί. Text follows remaining MSS. of Clem. and Euseb. V. 2: Theod. καὶ ἴσην, Clem. and Euseb. τὴν σφετέραν; Theod. τ’ αἴσθησιν, Clem. and Euseb. δ’ ἐσθῆτα.
The First Philosophers of Greece · The Wunder Library — complete classics, free to read, with narration.